Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.251 Joseph. AJ 14.256 (English) >>Joseph. AJ 14.261

14.254ἐδεήθη δὲ καὶ Θεόδωρος τὴν ἐπιστολὴν ἡμῖν ἀποδοὺς τῶν ἡμετέρων στρατηγῶν, ἵνα πέμψωσι πρὸς Ὑρκανὸν τὸ ἀντίγραφον τοῦ ψηφίσματος καὶ πρέσβεις δηλώσοντας τὴν τοῦ ἡμετέρου δήμου σπουδὴν καὶ παρακαλέσοντας συντηρεῖν τε καὶ αὔξειν αὐτὸν τὴν πρὸς ἡμᾶς φιλίαν καὶ ἀγαθοῦ τινος αἴτιον γίνεσθαι, 14.255ὡς ἀμοιβάς τε τὰς προσηκούσας ἀποληψόμενον μεμνημένον τε ὡς καὶ ἐν τοῖς κατὰ Ἄβραμον καιροῖς, ὃς ἦν πάντων Ἑβραίων πατήρ, οἱ πρόγονοι ἡμῶν ἦσαν αὐτοῖς φίλοι, καθὼς καὶ ἐν τοῖς δημοσίοις εὑρίσκομεν γράμμασιν. 14.256

Ψήφισμα Ἁλικαρνασέων. ἐπὶ ἱερέως Μέμνονος τοῦ Ἀριστείδου, κατὰ δὲ ποίησιν Εὐωνύμου, Ἀνθεστηριῶνος ἔδοξε τῷ δήμῳ εἰσηγησαμένου Μάρκου Ἀλεξάνδρου. 14.257ἐπεὶ τὸ πρὸς τὸ θεῖον εὐσεβές τε καὶ ὅσιον ἐν ἅπαντι καιρῷ διὰ σπουδῆς ἔχομεν κατακολουθοῦντες τῷ δήμῳ τῶν Ῥωμαίων πάντων ἀνθρώπων ὄντι εὐεργέτῃ καὶ οἷς περὶ τῆς Ἰουδαίων φιλίας καὶ συμμαχίας πρὸς τὴν πόλιν ἔγραψεν, ὅπως συντελῶνται αὐτοῖς αἱ εἰς τὸν θεὸν ἱεροποιίαι καὶ ἑορταὶ αἱ εἰθισμέναι καὶ σύνοδοι, 14.258δεδόχθαι καὶ ἡμῖν Ἰουδαίων τοὺς βουλομένους ἄνδρας τε καὶ γυναῖκας τά τε σάββατα ἄγειν καὶ τὰ ἱερὰ συντελεῖν κατὰ τοὺς Ἰουδαίων νόμους καὶ τὰς προσευχὰς ποιεῖσθαι πρὸς τῇ θαλάττῃ κατὰ τὸ πάτριον ἔθος. ἂν δέ τις κωλύσῃ ἄρχων ἰδιώτης, τῷδε τῷ ζημιώματι ὑπεύθυνος ἔστω καὶ ὀφειλέτω τῇ πόλει.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 14.251 Joseph. AJ 14.256 (English) >>Joseph. AJ 14.261

Powered by PhiloLogic